Το ιστολόγιό μου

Τρίτη 27 Μαρτίου 2012

ΠΑΣΧΑ - ΥΜΝΟΙ



 ΙΔΟΥ Ο ΝΥΜΦΙΟΣ ΕΡΧΕΤΑΙ - Μ. ΔΕΥΤΕΡΑ
ΠΕΤΡΟΣ ΓΑΙΤΑΝΟΣ


Ιδού, ο Νυμφίος έρχεται
εν τω μέσω της νυκτός
και μακάριος ο δούλος
ον ευρήσει γρηγορούντα,
ανάξιος δε πάλιν,
ον ευρήσει ραθυμούντα
βλέπε ούν, ψυχή μου,
μη τω ύπνω κατενεχθής
ίνα μη τω θανάτω παραδοθής,
και της βασιλείας έξω κλεισθής
αλλά ανάνηψον κράζουσα
άγιος, άγιος, άγιος ει ο Θεός ημών,
διά της Θεοτόκου ελέησον ημάς.



 ΤΟΝ ΝΥΜΦΩΝΑ ΣΟΥ ΒΛΕΠΩ - Μ. ΔΕΥΤΕΡΑ
ΠΕΤΡΟΣ ΓΑΙΤΑΝΟΣ 

 

Τον νυμφώνα σου βλέπω, Σωτήρ μου,
κεκοσμημένον και ένδυμα ουκ έχω,
ίνα εισέλθω εν αυτώ λάμπρυνόν μου
την στολήν της ψυχής,
φωτοδότα, και σώσον με. 



ΤΟ ΤΡΟΠΑΡΙΟ ΤΗΣ ΚΑΣΣΙΑΝΗΣ - Μ. ΤΡΙΤΗ
ΘΕΟΔΩΡΟΣ ΒΑΣΙΛΙΚΟΣ-ΧΟΡΩΔΙΑ


Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
τὴν σὴν αἰσθομένη θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη, μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει.
Οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας,
ζοφώδης τε καὶ ἀσέληνος ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου τὰς πηγὰς τῶν δακρύων,
ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ·
κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας,
ὁ κλίνας τοὺς οὐρανοὺς τῇ ἀφάτῳ σου κενώσει.
Καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
ἀποσμήξω τούτους δὲ πάλιν τοῖς τῆς κεφαλῆς μου βοστρύχοις·
ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸ δειλινόν,
κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη.
Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσους
τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου;
Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.



ΟΤΕ ΟΙ ΕΝΔΟΞΟΙ ΜΑΘΗΤΑΙ -Μ. ΠΕΜΠΤΗ



Ὅτε οἱ ἔνδοξοι Μαθηταί,
 ἐν τῷ νιπτῆρι τοῦ Δείπνου ἐφωτίζοντο,
 τότε Ἰούδας ὁ δυσσεβής,
φιλαργυρίαν νοσήσας ἐσκοτίζετο,
 καὶ ἀνόμοις κριταῖς,
σὲ τὸν δίκαιον Κριτὴν παραδίδωσι.
Βλέπε χρημάτων ἐραστά,
τὸν διὰ ταῦτα ἀγχόνῃ χρησάμενον,
φεῦγε ἀκόρεστον ψυχὴν
 τὴν Διδασκάλῳ τοιαῦτα τολμήσασαν.
 Ὁ περὶ πάντας ἀγαθός, Κύριε δόξα σοι. 



ΣΗΜΕΡΟΝ ΚΡΕΜΑΤΑΙ ΕΠΙ ΞΥΛΟΥ-Μ. ΠΕΜΠΤΗ
ΓΙΩΡΓΟΣ ΝΤΑΛΑΡΑΣ-ΧΟΡΩΔΙΑ

 

Σήμερον κρεμάται επί ξύλου, ο εν ύδασι την γην κρεμάσας.
 Στέφανον εξ ακανθών περιτίθεται, ο των αγγέλων βασιλεύς.
Ψευδή πορφύραν περιβάλλεται, ο περιβάλλων τον ουρανόν εν νεφέλαις.
Ράπισμα κατεδέξατο, ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ.
 Ήλοις προσηλώθη, ο νυμφίος της Εκκλησίας.
Λόγχη εκεντήθη, ο υιός της Παρθένου.
Προσκυνούμεν σου τα Πάθη, Χριστέ.
Δείξον ημίν και την ένδοξόν σου Ανάστασιν.



Η ΖΩΗ ΕΝ ΤΑΦΩ-Μ. ΠΑΡΑΣΚΕΥΗ
ΜΑΝΩΛΗΣ ΜΗΤΣΙΑΣ-ΝΙΚΟΣ ΞΥΛΟΥΡΗΣ

 


Η ζωή εν τάφω

κατετέθης, Χριστέ,
και αγγέλων στρατιαί εξεπλήττοντο,
συγκατάβασιν δοξάζουσαι την σήν.
Η ζωή πως θνήσκεις;
πώς και τάφω οικείς;
του θανάτου το βασίλειον λύεις δε
και του Άδου τους νεκρούς εξανιστάς.


Μεγαλύνομέν σε,
Ιησού Βασιλεύ,
και τιμώμεν την ταφήν και τα πάθη σου,
δι' ων έσωσας ημάς εκ της φθοράς.


Μετά των κακούργων
ως κακούργος, Χριστέ,
ελογίσθης δικαιών ημάς άπαντας,
κακουργίας του αρχαίου Πτερνιστού.

Ο ωραίος κάλλει
παρά πάντας βροτούς
ως ανείδεος νεκρός καταφαίνεται,
ο την φύσιν ωραΐσας του παντός.

Δακρυρρόους θρήνους
επί σε η Αγνή
μητρικώς, ω Ιησού, επιρραίνουσα,
ανεβόα πως κηδεύσω σε, Υιέ;


ΑΞΙΟΝ ΕΣΤΙ-Μ. ΠΑΡΑΣΚΕΥΗ
ΠΕΤΡΟΣ ΓΑΙΤΑΝΟΣ


Αξιόν έστι
μεγαλύνειν σε τον Ζωοδότην,
τον εν τω Σταυρώ χείρας εκτείναντα,
και συντρίψαντα το κράτος του εχθρού.

Αξιόν έστι
μεγαλύνειν σε τον πάντων Κτίστην.
Τοις γαρ σοίς, Χριστέ, παθήμασιν έσχομεν
την απάθειαν, ρυσθέντες της φθοράς.

Όμμα το γλυκύ
και τα χείλη σου πώς μύσω, Λόγε;
πως νεκροπρεπή κηδείαν ποιήσομαι!
μετά φρίκης ανεβόα Ιωσήφ.

Ώσπερ πελεκάν,
 τετρωμένος την πλευράν σου, Λόγε,
 σους θανόντας παίδας εζώωσας,
 επιστάξας ζωτικοίς αυτοίς κρουνούς.

Έκλαιε πικρώς
ο Πανάμωμος Μήτηρ σου, Λόγε
εν τω τάφω Σε γαρ εώρακε
τον άφραστον και άναρχον Θεόν.

Ύμνοις σου, Χριστέ,
νυν την σταύρωσιν και την ταφήν τε,
άπαντες πιστοί εκθειάζομεν,
οι θανάτου λυτρωθέντες ση ταφή.



ΑΙ ΓΕΝΕΑΙ ΠΑΣΑΙ-Μ. ΠΑΡΑΣΚΕΥΗ
ΠΕΤΡΟΣ ΓΑΙΤΑΝΟΣ 

 

Αι γενεαί πάσαι,
ύμνον τη ταφή σου
προσφέρουσι, Χριστέ μου.
Καθελών του ξύλου
ο Αριμαθαίας
εν τάφω σε κηδεύει.
Μυροφόροι ήλθον
μύρα σοι, Χριστέ μου,
κομίζουσαι προφρόνως.
Ους έθρεψε το μάννα,
εκίνησαν την πτέρναν
κατά του ευεργέτου.
Ω της παραφροσύνης
και της χριστοκτονίας
της των προφητοκτόνων!
Ως άφρων υπηρέτης
προδέδωκεν ο μύστης
την άβυσσον σοφίας.
Ω γλυκύ μου έαρ,
γλυκύτατόν μου τέκνον,
που έδυ σου το κάλλος;
Πεπλάνηται ο πλάνος,
ο πλανηθείς λυτρούται
σοφία ση, Θεέ μου.
Φρίττουσιν οι νόες
την ξένην και φρικτήν σου
ταφήν του πάντων κτίστου.
Έρραναν τον τάφον
οι μυροφόροι μύρα
λίαν πρωί ελθούσαι.
Ειρήνην Εκκλησία,
λαώ σου σωτηρίαν
δώρησαι ση εγέρσει.
Αι γενεαί νυν πάσαι,
ύμνον τη ταφή σου
προσφέρουσι, Χριστέ μου.



ΑΝΑΣΤΑ Ο ΘΕΟΣ-Μ. ΣΑΒΒΑΤΟ
ΝΕΚΤΑΡΙΑ ΚΑΡΑΝΤΖΗ



Ἀνάστα, ὁ Θεός, κρῖνον τὴν γῆν,
 ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι.


ΔΕΥΤΕ ΛΑΒΕΤΕ ΦΩΣ-Μ. ΣΑΒΒΑΤΟ


Δεύτε λάβετε φως
 εκ του ανεσπέρου φωτός,
 και δοξάσατε Χριστόν
Τον Αναστάντα εκ νεκρών.....



ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ-Μ. ΣΑΒΒΑΤΟ
ΓΙΩΡΓΟΣ ΝΤΑΛΑΡΑΣ-ΧΟΡΩΔΙΑ


Άξιον εστίν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον,
την αειμακάριστον και παναμώμητον και Μητέρα του Θεού ημών.
Την τιμιωτέραν των Χερουβείμ και ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ,
την αδιαφθόρως Θεόν Λόγον τεκούσαν,
την όντως Θεοτόκον, Σε μεγαλύνομεν.



ΧΡΙΣΤΟΣ ΑΝΕΣΤΗ
ΠΕΤΡΟΣ ΓΑΙΤΑΝΟΣ 

  

"Χριστός ανέστη εκ νεκρών,
θανάτω θάνατον πατήσας,
 και τοις εν τοις μνήμασι
ζωήν χαρισάμενος"



Ο ΥΜΝΟΣ ΤΗΣ ΑΓΑΠΗΣ
ΠΕΤΡΟΣ ΓΑΙΤΑΝΟΣ

 



ΚΥΡΙΕ ΕΚΕΚΡΑΞΑ ΠΡΟΣ ΣΕ
ΓΙΩΡΓΟΣ ΝΤΑΛΑΡΑΣ-ΧΟΡΩΔΙΑ


Κύριε, εκέκραξα προς Σε, εισάκουσόν μου,
εισάκουσόν μου, Κύριε.
Κύριε, εκέκραξα προς Σε, εισάκουσόν μου˙
πρόσχες τη φωνή της δεήσεώς μου, εν τω κεκραγέναι με προς Σε˙
εισάκουσόν μου, Κύριε.


 
ΕΞΕΔΥΣΑΝ ΜΕ ΤΑ ΙΜΑΤΙΑ ΜΟΥ- ΥΜΝΟΣ Μ. ΠΕΜΠΤΗΣ
ΓΙΩΡΓΟΣ ΝΤΑΛΑΡΑΣ-ΧΟΡΩΔΙΑ


Εξέδυσάν με τα ιμάτιά μου
και ενέδυσάν με χλαμύδα κοκκίνην˙
έθηκαν επί την κεφαλή μου στέφανον εξ ακανθών
και επί την δεξιάν μου χείρα έδωκαν κάλαμον,
ίνα συντρίψω αυτούς ως σκεύη κεραμέως.


Άξιον εστί,
μεγαλύνειν Σε τον ζωοδότην,
τον εν τω σταυρώ τας χείρας εκτείναντα
και συντρίψαντα το κράτος του εχθρού.


Άξιον εστί,
μεγαλύνειν Σε των πάντων κτίστην,
 σοις γαρ τοις παθήμασιν έχομεν
 την απάθειαν, ρυσθέντες της φθοράς.


Όμμα το γλυκύ
και τα χείλη σου πώς μύσσω, Λόγε;
Πώς νεκροπρεπώς δέ κηδεύσω Σε;
Ανεβόα, μετά φρίκης, Ιωσήφ!


Ώσπερ πελεκάν,
τετρωμένος την πλευράν σου, Λόγε,
σους θανόντας παίδας εζώωσας,
 επιστάξας ζωτικοίς αυτοίς κρουνούς.


Έκλαιε πικρώς
 η πανάφθορος μήτηρ σου, Λόγε,
ότε εν τω τάφω εώρακε
Σε, τον άφραστον και άναρχον Θεόν.


Ύμνοις σου, Χριστέ,
νυν την σταύρωσιν και την ταφήν σου,
άπαντες πιστοί εκθειάζομεν,
οι θανάτου λυτρωθέντες Ση ταφή.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.